εἰμί

εἰμί
εἰμί (εἰμί), [ἔσσι], ἐσσί, ἔστιν), ἐστίν), ἔσθ, εἰμέν, ἐντί, εἰσίν, ἔντι; εἴην, εἴη; ἔστω; ἐών, ἐόντα, ὄντα, ἐόντων, ἐοῖσα, ἐοῖσαν, ἐόντων; ἔμμεναι, ἔμμεν, [εἶναι codd.]: fut. ἔσομαι, ἔσσομαι, ἔσεται, ἔσσεται, ἔσται; ἐσσομένας gen., ἐσσόμενον, ἐσσόμενα; ἔσσεσθαι, ἔσεσθαι: impf. ἦν, ἔσαν, ἦσαν; ἔσκεν.)
1 be. A
1 c. predicative adj.
a

ἄπιστον ἐμήσατο πιστὸν ἔμμεναι O. 1.32

τὸ πόρσω δ' ἐστὶ σοφοῖς ἄβατον κἀσόφοις O. 3.44

θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς O. 4.13

ἠὺ δ' ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν O. 5.16

ἦν δὲ κλέος βαθύ O. 7.52

φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ O. 7.56

τερπνὸν δ' ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν O. 8.53

μάτρωος δ' ἐκάλεσσέ μιν ἰσώνυμον ἔμμεν O. 9.64

ὁ δὲ λόγος δόξαν φέρει, λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν P. 1.37

γένοἰ οἷος ἐσσὶ μαθών P. 2.72

[ἀβάπτιστός εἰμι (codd.: εἶμι Schnitzer) P. 2.80]

σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις ἔσσομαι P. 3.107

ἔσομαι τοῖοςP. 4.156

δίδυμαι γὰρ ἔσαν ζωαί P. 4.209

πόνων δ' οὔ τις ἀπόκλαρός ἐστιν οὔτ ἔσεται P. 5.54

εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις ἀλεξιμβρότοις πεδιάδα πομπαῖς ἔμμεν ἱππόκροτον σκυρωτὰν ὁδόν P. 5.92

ἐδόκησέν τε ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν P. 6.42

κρυπταὶ κλαίδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτωνP. 9.39

θεὸς εἴη ἀπήμων κέαρ P. 10.21

θαμὰ δ' ἀλλοδαπῶν οὐκ ἀπείρατοι δόμοι ἐντί N. 1.24

ἐστὶ δ' αἰετὸς ὠκὺς ἐν ποτανοῖς N. 3.80

τὸ δ' ἐναντίον ἔσκεν N. 5.31

σέο δὲ προπράον' ἔμμεν ξεῖνον ἀδελφεόν τ (Schr.: προπρεῶνα μέν codd.) N. 7.86 ξανθοκομᾶν Δαναῶν ἦσαν μέγιστοι <¯˘¯> N. 9.17

ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ' ἦν οὐδ ἐργάτις I. 2.6

ἐσσὶ γὰρ ὦν σοφός I. 2.12

οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων I. 2.30

ἰατὰ δ' ἐστὶ βροτοῖς σύν γ ἐλευθερίᾳ καὶ τά (ἔστι Er. Schmid) I. 8.15 ἄλοχον εὐειδέα θέλων ἑκάτερος ἑὰν ἔμμεν (Tricl.: ἔμμεναι codex) I. 8.29 ἦν γὰρ τὸ πάροιθε φορητὰ sc. Delos fr. 33d. 1.

νεόπολίς εἰμι Pae. 2.28

ἄνιππός εἰμι Pae. 4.27

λίαν μοι [δέο]ς ἔμπεδον

εἴη κεν Pae. 4.49

κατεκρίθης δὲ θνατοῖς ἀγανώτατος ἔμμεν Pae. 16.7

= fr. 147 Schr. σῶμα δ' ἐστὶ θνατόν Παρθ. 1. 1. τί ἔρδων φίλος σοι εἴην, τοῦτ αἴτημί σε (<ἂνγτ; εἴην coni. Christ) fr. 155. 3. νὸκακ ἔμμεναι fr. 169. 17.
b with infinitive added.

ἦν δ' ἐσορᾶν καλός O. 8.19

εἲην εὑρησιεπὴς ἀναγεῖσθαι O. 9.80

ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι κέρδος αἰνῆσαιP. 4.139

εἰμὶ δ' ἄσχολος ἀναθέμεν P. 8.29

ἐμοὶ δὲ θαυμάσαι θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται ἔμμεν ἄπιστον P. 10.50

καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι N. 5.18

αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν I. 2.37

c impersonal.

ἀλλὰ μοιρίδιον ἦν P. 1.55

2 c. pred. subs.

ἦν Τάνταλος οὗτος O. 1.55

Σικελίας ἔσαν ὀφθαλμός O. 2.9

εἰ δ' εἴη μὲν Ὀλυμπιονίκας, τίνα κεν φύγοι ὕμνον; O. 6.4

Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν πατρός, περὶ θνατῶν δ' ἔσεσθαι μάντιν ἐπιχθονίοις ἔξοχον O. 6.50

ἐσσὶ γὰρ ἄγγελος ὀρθός (εεσι Π: ἔστι vel εἶσι Wi<*>.) O. 6.90

ἐκέλευσεν νεῦσαι μιν ἑᾷ κεφαλᾷ ἐξοπίσω γέρας ἔσσεσθαι O. 7.68

φάτο δΕὐρύπυλος ἔμμεναιP. 4.34οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις ἈφροδίταςP. 4.87Ποίαν γαῖαν, ὦ ξεῖν, εὔχεαι πατρίδ' ἔμμεν;” P. 4.98καρτερὸς ὅρκος ἄμμιν μάρτυς ἔστω ΖεὺςP. 4.167

ἐσσὶ δ' ἰατὴρ ἐπικαιρότατος P. 4.270

βασιλεὺς ἐσσὶ P. 5.16

Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς P. 9.14

φίλτατον παρθενικαὶ πόσιν ἢ υἱὸν εὔχοντ, ὦ Τελεσίκρατες, ἔμμεν (sc. σε) P. 9.100

πάτραν ἵν' ἀκούομεν, Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαῖς πρόπολον ἔμμεναι N. 4.79

οὐκ ἀνδριαντοποιός εἰμ N. 5.1

ξεῖνός εἰμι N. 7.61

φαῖμέν κε γείτον' ἔμμεναι νόῳ φιλήσαντ ἀτενέι γείτονι χάρμα πάντων ἐπάξιον N. 7.87

ἀρχοὶ δοὐκ ἔτ' ἔσαν Ταλαοῦ παῖδες N. 9.14

οὐ θαῦμα σφίσιν ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν N. 10.51

πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ' οὐρανῷ N. 10.58

ἐσσί μοι υἱός” (Snell ἔσσι) N. 10.80

φαίης κέ νιν ἄνδρ' ἐν ἀεθληταῖσιν ἔμμεν Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ ἀκόναν I. 6.72

τί ἔλπεαι σοφίαν ἔμμεν (Bergk: εἶναι Stobaeus: om. Clem. Alex.) fr. 61. 1. ἐν ξυνῷ κεν εἴη συμπόταισίν τε γλυκερὸν κέντρον fr. 124. 2. εὐδαιμόνων δραπέτας οὐκ ἔστιν ὄλβος fr. 134. φὰν δ' ἔμμεναι Ζηνὸς υἱοὶ καὶ κλυτοπώλου Ποσειδάωνος fr. 243. as inf. of purpose,

ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις, τέλος ἔμμεν ἄκρον P. 9.118

Θέμιν Μοῖραι ἇγον σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν fr. 30. 6.
3 emphatic, there is, are

ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ περαίτεραι O. 9.104

ἐξ ὀνείρου δαὐτίκα ἦν ὕπαρ O. 13.67

ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον P. 3.21

δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν P. 4.63

ὅσαι τεἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι, τετόλμακε P. 5.116

ἀλλ' ἔσται χρόνος οὗτος, ὃ P. 12.30

ἔστι δ' ἐν εὐτυχίᾳ πανδοξίας ἄκρον N. 1.10

εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται N. 7.74

ἐχθρὰ δ' ἄρα πάρφασις ἦν καὶ πάλαι N. 8.32

ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι N. 8.50

ἔστι δέ τις λόγος ἀνθρώπων N. 9.6

ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι N. 10.20

τίς δὴ λύσις ἔσσεται πενθέων;” N. 10.77 οὐ γὰρ ἦν πενταέθλιον (Calliergus; ἦεν, ἦς codd.) I. 1.26

ἔστιν δ' ἀφάνεια τύχας καὶ μαρναμένων I. 4.31

τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν τάνδ' ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις (Boeckh: εἶναι codd.) I. 6.20

οὐδ' ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις ἅτις οὐ Πηλέος ἀίει κλέος I. 6.24

]ον τέλος [ἔς]ται[ (ἔσσεται Σ̆{im}) Πα. 7C. 6. ἦν γάρ τι παλαίφατον[ fr. 140a. 69. “ἦν διακρῖναι ἰδόντ' λτ;οὐγτ; πολλὸς ἐν καιρῷ χρόνος” fr. 168. 6. χρυσέων βελέων ἐντὶ τραυματίαι (ἔντι alii) fr. 223.
4 c. dat. (= ἔχω.) πολλά μοι ὑπ' ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντὶ φαρέτρας (= ἐστί Boeckh, wrongly) O. 2.84 ἔστι δὲ καί τι θανόντεσσιν μέρος κὰν νόμον

ἐρδόμενον O. 8.77

πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι νᾶσον εὐκλέα τάνδε κοσμεῖν N. 6.45

εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ N. 8.35

ἔστι σοι τούτων λάχοςN. 10.85

ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν ἦτορ I. 3.9

ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος I. 4.1

ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ ΤελαμώνI. 6.52 cf. also O. 12.1—2.
5 be (situated)

τοῖσι μὲν ἐξεύχετἐν ἄστει Πειράνας σφετέρου πατρὸς ἀρχὰν καὶ βαθὺν κλᾶρον ἔμμεν O. 13.62

ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀίδαν βασιλέες ἱεροὶ ἐντί P. 5.98

ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι N. 7.45

ἐντί τοι φίλιπποί ταὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας ἄνδρες N. 9.32

κατ' Ὄλυμπον ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ ἔστι, καλλίστα θεῶν N. 10.18

cf. B. 1.
6 be, come to pass

ὤρνυεν κάρυκας ἐόντα πλόον φαινέμεν παντᾷ P. 4.170

χὤ τι μέλλει χὠπόθεν ἔσσεται, εὖ καθορᾷςP. 9.49
7 c. gen.
a of origin: be descended (from) κείνων δ' ἔσαν χαλκάσπιδες ὑμέτεροι πρόγονοι (ἔσσαν byz.: ἦσαν Σ̆{1}, Turyn) O. 9.54
b possessive: be of, belong to

γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας P. 3.60

ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς ἀοιδαὶ ὥριαι παιάνιδες. ἔντι[ (edd.: ἕντι codex: ἐντὶ legendum) Θρ. 3. 1—2. cf. I. 4.31
8 c. ἐκ, ἀπό.
a be, come from

χρὴ δ' ἀπ Ἀθανᾶν τέκτον ἀεθληταῖσιν ἔμμεν N. 5.49

τὸ γάρ ἐστι μόνον ἐκ θεῶν fr. 131b. 2.
b be born of

υἱὸς Δανάας· τὸν ἀπὸ χρυσοῦ φαμὲν αὐτορύτου ἔμμεναι P. 12.18

B part.
1 pres. part.
a [†ἅμα (codd.: ἐόντα Maas) O. 1.104]

θεὸς ἐπίτροπος ἐὼν O. 1.106

ἐμὲ πρόφαντον σοφίᾳ ἐόντα O. 1.116

οὔτε δύσηρις ἐὼν οὔτ' ὦν φιλόνικος O. 6.19

ὡραῖος ἐὼν καὶ καλὸς O. 9.94

οἷος ἐὼν θρέψεν

ποτὲ P. 3.5

Ἰόλαον ὑμνητὸν ἐόντα P. 11.61

ἐὼν καλὸς ἔρδων τ' ἐοικότα μορφᾷ N. 3.19

Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν N. 3.37

Ἀχιλεὺς παῖς ἐὼν ἄθυρε N. 3.44

κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν N. 6.17

πομπαῖς θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις N. 7.47

εἰ γάρ σφίσιν ἐμπεδοσθενέα βίοτον διαπλέκοις εὐδαίμον' ἐόντα N. 7.100

θυμὸς ἄτολμος ἐών N. 11.32

Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει I. 1.30

ἐὼν καλὸς I. 2.4

θεότιμος ἐών I. 6.13

]βαρβι[τί]ξαι θυμὸν ἀμβλὺν ὄντα καὶ φωνὰν ἐν οἴνῳ[ (forma valde dubia: v.l. ἀμβλύνοντα) fr. 124d.
b where the part. is concessive.

σὺν δ' ἀνάγκᾳ μιν φίλον καί τις ἐὼν μεγαλάνωρ ἔσανεν P. 1.52

καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον P. 4.265

καὶ πολυκλείταν περ ἐοῖσαν ὅμως Θήβαν ἐπασκήσει fr. 194. 4.
c where the part. is conditional.

ἀξιωθείην κεν, ἐὼν Θρασύκλου Ἀντία τε σύγγονος, Ἄργει μὴ κρύπτειν φάος ὀμμάτων N. 10.39

d following

φαίνομαι. θαυμαστὸς ἐὼν φάνη O. 9.96

ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ συνιείς N. 4.30

cf. P. 4.170
e c. adv., being (situated) cf. A. 5 supra.

εὐθὺν δὲ πλόον καμάτων ἐκτὸς ἐόντα δίδοι O. 6.104

εἶδον γὰρ ἑκὰς ἐὼν P. 2.54

ἐὼν δ' ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ ἀνήρ N. 7.64

ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐὼνN. 10.87
f subs., n. pl., goods, possessions

οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν, ἀλλ' ἐόντων εὖ τε παθεῖν N. 1.32

]

ἑκὰς ἐόντων Pae. 4.35

m. pl., living (φάμα· ἅ τε ὤπασεν τοιάδε τῶν τότ' ἐόντων φύλλ ἀοιδᾶν (ὡς ἄλλων ἐγκωμιακότων ποιητῶν. Σ.) I. 4.27
2 fut. part.
a

ἀμφὶ πράξιος ἐσσομένας O. 12.8

b subs.

τά τ' ἐσσόμενα τότ ἂν φαίην σαφές O. 13.103

ἐσσόμενον προιδεῖν συγγενὲς οἷς ἕπεται N. 1.27

C various impersonal usages.
a in wishes, εἴη c. (dat., acc. &) inf.

εἴη σέ τε πατεῖν, ἐμέ τε ὁμιλεῖν O. 1.115

εἴη, Ζεῦ, τὶν εἴη ἀνδάνειν P. 1.29

φίλον εἴη φιλεῖν P. 2.83

ἁδόντα δεἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν P. 2.96

(ῥῆμα)

τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ Τιμασάρχου τε πάλᾳ ὕμνου προκώμιον εἴη N. 4.11

εἴη μιν ἔρνεσι φράξαι χεῖρα I. 1.64

εἴη δὲ τρίτον σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα σπένδειν μελιφθόγγοις ἀοιδαῖς I. 6.7

εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν fr. 127. 1.
b c. adj., part. & inf.

ἔστι δἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά O. 1.35

ἦν ὅτι νιν πεπρωμένον ἀμπνεῦσαι καπνόν O. 8.33

θέσφατον ἦν Πελίαν θανέμεν P. 4.71

φαντὶ δἔμμεν τοῦτ' ἀνιαρότατον, καλὰ γινώσκοντ ἀνάγκα ἐκτὸς ἔχειν πόδα P. 4.287

ἔστι δἐοικὸς ὀρειᾶν γε Πελειάδων μὴ τηλόθεν ὠαρίωνα νεῖσθαι N. 2.10

συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι αἷμἀπὸ Σπάρτας N. 11.33

πεπρωμένον ἦν, φέρτερον πατέρος ἄνακτα γόνον τεκεῖν ποντίαν θεόν I. 8.32

c = ἔξεστι,
c acc. & inf. εἰ γὰρ ἦν ἓ τὰν ἀλάθειαν ἰδέμεν (ἑὰν codd. Σγρ: ἐὰν Σγρ: ἓ τὰν Boeckh) N. 7.24 οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν (Böhmer: οὐκέτι πόρσω, οὐκ ἔστι πρόσω codd.) N. 9.47
d c. dat. (& inf.?): it is one's duty ἔστι μοι πατρίδ' ἀρχαίαν κτενὶ Πιερίδ[ων (supp. Lobel: ἀγάλλειν supp. Snell, e. g.) fr. 215. 5.
e ἔστιν ὅτε, ἦν ὅτε, there is, was a time when ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον fr. 83. subordinate verb suppressed: ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆσις, ἔστι δοὐρανίων ὑδάτων sometimes O. 11.1—2. ἔσθ' ὅτε πιστόταται σιγᾶς ὁδοί fr. 180.
f οὐκ ἔστιν ὅπως, it is impossible that οὐ γὰρ ἔσθ' ὅπως τὰ θεῶν βουλεύματ ἐρευνάσει βροτέᾳ φρενί fr. 61. 3. D dub. †ἔστι δέ τοι χέκωνκακίει καπνός (ἔτι coni. Heyne) fr. 185. fragg. ]

έμμεν ἁλίῳ κυ[ Pae. 6.149

ἔσσεται γὰρ ἁδυ[ Pae. 21.13

]ὅτ' ἦσαν [fr. 111a. 3. ἐμμεν[ ?fr. 338. 3.

Lexicon to Pindar. . 2010.

Look at other dictionaries:

  • είμι — εἶμι (Α) Ι. 1. έρχομαι («εἶμι δεῡρο», εἶμι εἴσω») 2. πηγαίνω (α. «εἶμι οἴκαδε» β. «πάλιν εἶμι» επιστρέφω, ξαναγυρίζω) 3. πορεύομαι («ὁδὸν εἶμι» ακολουθώ πορεία) 4. διέρχομαι, περνώ ανάμεσα («εἶμι τὸ μέσον τοῡ οὐρανοῡ») 5. κινούμαι, ταξιδεύω,… …   Dictionary of Greek

  • εἰμί — εἰμι , εἰμί sum pres ind act 1st sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • εἴμι — εἰμι , εἰμί sum pres ind act 1st sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • εἷμι — εἶμι , εἶμι ibo pres ind act 1st sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • ειμι — εἰμί sum pres ind act 1st sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • εἰμι — εἰμί sum pres ind act 1st sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • εἶμι — ibo pres ind act 1st sg …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • ειμί — βλ. είμαι …   Dictionary of Greek

  • Οὐ μάντις ἐιμἰ τ’ ἀφανῆ γνῶσαι σαφῶς. — οὐ μάντις ἐιμἰ τ’ ἀφανῆ γνῶσαι σαφῶς. См. Эдип …   Большой толково-фразеологический словарь Михельсона (оригинальная орфография)

  • ἰόν — εἶμι ibo pres part act masc voc sg εἶμι ibo pres part act neut nom/voc/acc sg εἰμί sum pres part act masc voc sg (doric) εἰμί sum pres part act neut nom/voc/acc sg (doric) ἰός 1 arrow masc acc sg ἰός 1 arrow neut nom/voc/acc sg ἰ̱όν , ἰός 2… …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

  • ἰόντα — εἶμι ibo pres part act masc acc sg εἶμι ibo pres part act neut nom/voc/acc pl εἰμί sum pres part act masc acc sg (doric) εἰμί sum pres part act neut nom/voc/acc pl (doric) …   Greek morphological index (Ελληνική μορφολογικούς δείκτες)

Share the article and excerpts

Direct link
Do a right-click on the link above
and select “Copy Link”